Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.515 Joseph. BJ 2.521 (English) >>Joseph. BJ 2.527

2.519εἰ δὲ μὴ τῷ χαλασθέντι τῆς φάλαγγος οἵ τε ἱππεῖς ἐκπεριελθόντες ἐπήμυναν καὶ τοῦ πεζοῦ τὸ μὴ σφόδρα κάμνον, κἂν ἐκινδύνευσεν ὅλῃ τῇ δυνάμει Κέστιος. ἀπέθανον δὲ Ῥωμαίων πεντακόσιοι δεκαπέντε· τούτων ἦσαν οἱ τετρακόσιοι πεζοί, τὸ δὲ λοιπὸν ἱππεῖς· τῶν δὲ Ἰουδαίων δύο πρὸς τοῖς εἴκοσι. 2.520γενναιότατοι δʼ αὐτῶν ἔδοξαν οἱ Μονοβάζου τοῦ τῆς Ἀδιαβηνῆς βασιλέως συγγενεῖς, Μονόβαζός τε καὶ Κενεδαῖος, μεθʼ οὓς Περαΐτης Νίγερ καὶ Σίλας Βαβυλώνιος αὐτομολήσας εἰς τοὺς Ἰουδαίους ἀπʼ Ἀγρίππα τοῦ βασιλέως· 2.521ἐστρατεύετο γὰρ παρʼ αὐτῷ. κατὰ πρόσωπον μὲν οὖν ἀνακοπέντες Ἰουδαῖοι πρὸς τὴν πόλιν ὑπέστρεφον, κατόπιν δὲ τοῖς Ῥωμαίοις ἐπὶ τὴν Βεθώραν ἀνιοῦσιν προσπεσὼν τοῦ Γιώρα Σίμων πολὺ τῆς οὐραγίας ἐσπάραξεν καὶ συχνὰ τῶν σκευοφόρων ἀποσπάσας ἤγαγεν εἰς τὴν πόλιν. 2.522μένοντος δὲ τοῦ Κεστίου κατὰ χώραν τρισὶν ἡμέραις οἱ Ἰουδαῖοι τὰ μετέωρα κατειληφότες ἐπετήρουν τὰς παρόδους δῆλοί τε ἦσαν οὐκ ἠρεμήσοντες ἀρξαμένων τῶν Ῥωμαίων ὁδεύειν. 2.523

Ἔνθα δὴ κατιδὼν Ἀγρίππας οὐδὲ τὰ Ῥωμαίων ἀκίνδυνα πλήθους ἀπείρου πολεμίων τὰ ὄρη περισχόντος ἔκρινεν ἀποπειραθῆναι τῶν Ἰουδαίων λόγοις· γὰρ πάντας πείσειν καταθέσθαι τὸν πόλεμον τῶν ἐναντιωθέντων ἀποστήσειν τὸ μὴ συμφρονοῦν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.515 Joseph. BJ 2.521 (English) >>Joseph. BJ 2.527

Powered by PhiloLogic